Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ
γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν
κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι
τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε
Κύριε, δόξα σοι.
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν
ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· Ποιμένες θαυμάζουσι,
καὶ ἡ κτίσις ἀγάλλεται.
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν
τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν
κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει το μυστήριον ἔρευναν· πίστει
μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες·
Ἀνερμήνευτε Κύριε, Δόξα σοι.
Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν
ὀφθεῖσαν Παρθένον· Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ
Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε,
μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ
σαρκωθέντι, σωθῆναι ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου