8/3/14

ΚΥΡΙΑΚΗ Α’ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)


Το Συναξάρι της ημέρας

Τῇ Θ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μεγάλων Τεσσαράκοντα Μαρτύρων, τῶν ἐν Σεβαστείᾳ τῇ πόλει μαρτυρησάντων.
Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐρπασιανοῦ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Καισαρίου, ἀδελφοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ θεολόγου.
Τῇ αὐτῇ ἡμέρα οἱ Ἅγιοι Μάρτυρες, Πάππος, Μάμμη, Πατήρ, Μήτηρ, καὶ δύο τέκνα, ξίφη τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρώτῃ τῶν Νηστειῶν, ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, γενομένης παρὰ τῶν ἀειμνήστων Αὐτοκρατόρων Κωνσταντινουπόλεως, Μιχαὴλ καὶ τῆς μητρὸς αὐτοῦ Θεοδώρας, ἐπὶ τῆς Πατριαρχείας τοῦ ἁγίου καὶ Ὁμολογητοῦ Μεθοδίου.
Ἡ ἀπαράλλακτος Εἰκὼν τοῦ Πατρός, πρεσβείαις τῶν ἁγίων σου Ὁμολογητῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος Δ')
 

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Απολυτίκιο των Αγίων (ήχος Α΄)
 

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε, δεόμεθα.
 


Απολυτίκιο της εορτής (ήχος Β΄)
 

Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοῶμέν σοι, Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.

Κοντάκιον (ήχος πλ. Β’)

 
Ὁ ἀπερίγραπτος Λόγος τοῦ Πατρός, ἐκ σοῦ Θεοτόκε περιεγράφη σαρκούμενος, καὶ τὴν ῥυπωθεῖσαν εἰκόνα εἰς τὸ ἀρχαῖον ἀναμορφώσας, τῷ θείῳ κάλλει συγκατέμιξεν. Ἀλλ' ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ ταύτην ἀνιστοροῦμεν.

Εις τους Αίνους

Στιχηρό αναστάσιμο (ήχος Δ΄)
Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου (ήχος Δ΄)

 
Ἐν σοὶ νῦν ἀγάλλεται ἡ Ἐκκλησία φιλάνθρωπε, τῷ Νυμφίῳ καὶ Κτίστῃ αὐτῆς, τῷ ταύτην θελήματι, θεοπρεπεστάτῳ, ἐξ εἰδώλων πλάνης, λυτρωσαμένῳ καὶ σαυτῷ, ἁρμοσαμένῳ τιμίῳ Αἵματι, φαιδρῶς ἀπολαμβάνουσα, τὴν ἱερὰν ἀναστήλωσιν, τῶν Εἰκόνων, καὶ χαίρουσα, σὲ ὑμνεῖ καὶ δοξάζει πιστῶς.

Σαρκὸς τὸ ἐκτύπωμα, ἀναστηλοῦντές σου Κύριε, σχετικῶς ἀσπαζόμεθα, τὸ μέγα μυστήριον, τῆς Οἰκονομίας, τῆς σῆς ἐκδηλοῦντες, οὐ γὰρ δοκήσει, ὡς φασίν, οἱ θεομάχοι παῖδες τοῦ Μάνεντος, ἡμῖν ὤφθης φιλάνθρωπε, ἀλλ' ἀληθείᾳ καὶ φύσει σαρκός, δι' αὐτοῦ ἀναγόμενοι, πρὸς σὸν πόθον καὶ ἔρωτα.

Στιχηρὰ προσόμοια τῶν Μαρτύρων (ήχος πλ Α΄)
Δεῦτε μαρτυρικὴν ἀδελφοί, μετ' ἐγκωμίων ἀνυμνήσωμεν φάλαγγα, τῷ κρύει πυρποληθεῖσαν, καὶ τὸν τῆς πλάνης κρυμόν, διαπύρῳ ζήλῳ πυρπολήσασαν, στρατὸν γενναιότατον, ἱερώτατον σύνταγμα, συνασπισμόν τε, ἀῤῥαγῆ καὶ ἀνίκητον, τοὺς τῆς πίστεως, περιβόλους καὶ φύλακας, Μάρτυρας τεσσαράκοντα, χορείαν τὴν ἔνθεον, τῆς ἐκκλησίας τοὺς πρέσβεις, τοὺς δυνατῶς ἱκετεύοντας, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.

Χαίροις τροπαιοφόρος πληθύς, ἡ ἐν πολέμοις ἀνδρικῶς ἀριστεύσασα, ἀστέρες οἱ διελθόντες, διὰ πυρὸς καὶ κρυμοῦ, καὶ ὑδάτων πῆξιν διαλύσαντες, οἱ γῆν οὐρανώσαντες, καὶ τὰ πάντα φωτίσαντες, οἱ ἐν τοῖς κόλποις, Ἀβραὰμ νῦν θαλπόμενοι, οἱ χορεύοντες, σὺν Ἀγγέλων στρατεύμασι, Μάρτυρες τεσσαράκοντα, τὰ ἄνθη τὰ πνέοντα, τήν εὐωδίαν τῆς ὄντως, πνευματικῆς διαδόσεως, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα... (Ήχος πλ. β')


Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας, Νόμον ἐδέξατο, καὶ λαὸν ἐπεσπάσατο, Ἠλίας νηστεύσας, οὐρανοὺς ἀπέκλεισε, τρεῖς δὲ Παῖδες Ἀβραμιαῖοι, τύραννον παρανομοῦντα, διὰ νηστείας ἐνίκησαν. Δι' αὐτῆς καὶ ἡμᾶς Σωτὴρ ἀξίωσον, τῆς Ἀναστάσεως τυχεῖν, οὕτω βοῶντας΄ Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Δεν υπάρχουν σχόλια: