12/4/14

ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ ΠΡΩΪ


Το Συναξάρι της ημέρας
 

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης, τοῦ Ὁμολογητοῦ, καὶ τῶν σὺν αὐτῷ Ἐπισκόπων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Κυντιλλιανοῦ καὶ Δάδα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Πέρσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδοσίου.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζωΐλου.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τῶν Βαΐων, τὴν λαμπρὰν καὶ ἔνδοξον πανήγυριν τῆς εἰς Ἱερουσαλὴμ εἰσόδου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν.

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, νικητὰς ἡμᾶς τῶν παραλόγων παθῶν ποίησον, καὶ τὴν σὴν ἐναργῆ κατὰ θανάτου νίκην, τὴν φαιδράν σου καὶ ζωηφόρον Ἀνάστασιν ἰδεῖν καταξίωσον, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.

Απολυτίκιον (ήχος Α΄)
 

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἢγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Απολυτίκιο έτερον (ήχος Δ΄)
 

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. 
 

Κοντάκιον (ήχος πλ Β΄)
 

Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι, Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Στιχηρά Αίνων  (ήχος Δ΄)
 

Ὁ πλεῖστος ὄχλος Κύριε, ἐστρώννυον ἐν τῇ ὁδῷ τὰ ἱμάτια αὐτῶν, ἄλλοι δὲ ἔκοπτον κλάδους, ἀπὸ τῶν δένδρων καὶ ἐβάσταζον, οἱ προάγοντες δὲ καὶ οἱ ἀκολουθοῦντες, ἔκραζον λέγοντες, Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Μέλλοντός σου εἰσιέναι, εἰς τὴν ἁγίαν Πόλιν Κύριε, τὰ κλάδη τῶν φυτῶν οἱ λαοὶ ἐβάσταζον, σὲ ὑμνοῦντες τὸν τῶν ὅλων Δεσπότην, ὁρῶντές σε ἐπὶ πώλου καθήμενον, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐθεώρουν, καὶ διὰ τοῦτο οὕτως ἐβόων΄ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Δόξα... (Ήχος πλ Β')
Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ, Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς΄ Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα, ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε, ὁ Διδάσκαλος λέγει, Πρὸς σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν Μαθητῶν μου.

Δεν υπάρχουν σχόλια: