6/4/14

ΚΥΡΙΑΚΗ Ε’ ΝΗΣΤΕΙΩΝ (Ὁσίας Μαρίας τῆς Αἰγυπτίας)


Ηχος πλ.Δ’, ῾Εωθινόν Η΄ 

Το Συναξάρι της ημέρας
 

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐτυχίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑκατὸν εἴκοσι Μαρτύρων τῶν ἐν Περσίδι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Πλατωνίδος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δύο Μαρτύρων τῶν ἐν Ἀσκάλωνι ἄχρις ὀσφύος χωσθέντων καὶ τελειωθέντων.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πέμπτῃ τῶν Νηστειῶν, διετάχθημεν μνήμην ποιεῖσθαι τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος πλ.Δ')
 

Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Απολυτίκιο της Οσίας Μαρίας (ήχος πλ Δ΄)
 

Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα, λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου, διὸ καὶ μετὰ  Ἀγγέλων συναγάλλεται Ὁσία Μαρία τὸ πνεῦμα σου.
 

Απολυτίκιο Θεοτοκίον (ήχος πλ Δ΄)
 

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
 


Κοντάκιον αναστάσιμον (ήχος πλ Δ΄)
 

Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.

Εις τους Αίνους

Στιχηρά αναστάσιμα (ήχος πλ Δ΄)


Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Στιχηρὰ προσόμοια τοῦ Αγίου (ήχος πλ Β΄)

Σὲ μὲν διεκώλυε, τῆς τῶν σεπτῶν ἐποπτίας, μολυσμῶν τῶν πρότερον, τὸ ἐπισυρόμενον μιαντήριον, ἡ δὲ σὴ αἴσθησις, καὶ τῶν σοὶ θεόφρον, πεπραγμένων, ἡ συνείδησις, τὴν πρὸς τὰ κρείττονα, σοὶ ἐπιστροφὴν ἐνειργάσατο΄ Εἰκόνι γὰρ προσβλέψασα, τῆς εὐλογημένης θεόπαιδος, πάντων καταγνοῦσα, πταισμάτων σου πανεύφημε τῶν πρίν, ἐν παῤῥησίᾳ τὸ τίμιον, Ξύλον προσεκύνησας.

Τόπους προσκυνήσασα, περιχαρῶς τοὺς ἁγίους, ἀρετῆς ἐφόδιον, σωτηριωδέστατον, ἔνθεν γέγονας, καὶ σφοδρῶς ἔδραμες τὴν καλὴν πορείαν, καὶ τὸ ῥεῖθρον ἐκπεράσασα, τὸ Ἰορδάνειον, τὸ τοῦ Βαπτιστοῦ ἐνδιαίτημα, προθύμως κατεσκήνωσας, καὶ τὴν τῶν παθῶν ἀγριότητα, διὰ πολιτείας, ἠμαύρωσας λεπτύνασα σαρκός, ἐν παῤῥησίᾳ ἀείμνηστε, Μῆτερ τὰ οἰδήματα.

Δόξα... (Ήχος Α')

Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ ἄσκησις, σὺν ἁγιασμῷ, ὅθεν οὐδὲ πλούσιοι εἰσελεύσονται ἐν αὐτῇ, ἀλλ' ὅσοι τοὺς θησαυρούς αὐτῶν ἐν χερσὶ πενήτων ἀποτίθενται. Ταῦτα καὶ Δαυΐδ ὁ Προφήτης διδάσκει λέγων. Δίκαιος ἀνὴρ ὁ ἐλεῶν ὅλην τὴν ἡμέραν, ὁ κατατρυφῶν τοῦ Κυρίου καὶ τῷ φωτὶ περιπατῶν ὃς οὐ μὴ προσκόψῃ, ταῦτα δὲ πάντα, πρὸς νουθεσίαν ἡμῶν γέγραπται ὅπως νηστεύοντες, χρηστότητα ποιήσωμεν, καὶ δῴη ἡμῖν Κύριος ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.

Δεν υπάρχουν σχόλια: