15/2/14

ΚΥΡΙΑΚΗ ΙΖ´ΛΟΥΚΑ (ΤΟΥ ΑΣΩΤΟΥ) ῏Ηχος α’, ῾Εωθινόν A’


Το Συναξάρι της ημέρας

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Πέτρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων μαρτύρων καὶ αὐταδέλφων, Πευσίππου, Ἐλασίππου, καὶ Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Δάνακτος.
Τῇ αὐτῇ ἡμέρα τῆς τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου ἐκ τοῦ Ἱεροῦ Εὐαγγελίου τοῦ Εὐαγγελιστοῦ Λουκᾶ ιη' 10 - 14 παραβολῆς μνείαν ποιούμεθα.
Ταῖς τῶν Ἁγίων πάντων, μεγαλουργῶν σου πρεσβείαις, Χριστέ, ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος α΄)
 

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Κοντάκιον Ἦχος γ'
 

Τῆς πατρῴας, δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον· ὅθεν σοι τὴν τοῦ Ἀσώτου, φωνὴν κραυγάζω· Ἥμαρτον ἐνώπιόν σου Πάτερ οἰκτίρμον, δέξαι με μετανοοῦντα, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου.

Εις τους Αίνους

Στιχηρό αναστάσιμα (ήχος α΄)


Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ· ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστηςἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύριε δόξα σοι.

Ιδιόμελο Τριωδίου (ήχος β΄)


Τὴν τοῦ Ἀσώτου φωνὴν προσφέρω σοι Κύριε. Ἥμαρτον ἐνώπιον τῶν ὀφθαλμῶν σου ἀγαθέ, ἐσκόρπισα τὸν πλοῦτον τῶν χαρισμάτων σου, ἀλλὰ δέξαι με μετανοοῦντα, Σωτὴρ καὶ σῶσόν με.

Δόξα... (Ήχος πλ. β')


Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ σοῦ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς βασιλείας σου· ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον· τῆς ψυχῆς τὰ χαρίσματα ἀσώτως διεσκόρπισα, ἀναστὰς οὖν, ἐπιστρέψας πρὸς σὲ ἐκβοῶ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ δι' ἐμὲ ἐν Σταυρῷ τὰς ἀχράντους σου χεῖρας ἁπλώσας, ἵνα τοῦ δεινοῦ θηρὸς ἀφαρπάσῃς με, καὶ τὴν πρώτην καταστολὴν ἐπενδύσῃς με, ὡς μόνος πολυέλεος.

Δεν υπάρχουν σχόλια: