Τῷ καιρῷ εκείνω, εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.
Καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ; Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; Καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, καθὼς ἔμπαινε ὁ Ἰησοῦς σ’ ἕνα χωριό, τὸν συνήντησαν δέκα ἄνδρες λεπροί, οἱ ὁποῖοι ἐστάθηκαν λίγο μακρυά, καὶ τοῦ φώναξαν, «Ἰησοῦ Διδάσκαλε, ἐλέησέ μας».
Ὅταν τοὺς εἶδε, τοὺς εἶπε, «Πηγαίνετε νὰ δείξετε τὸν ἑαυτόν σας εἰς τοὺς ἱερεῖς», καὶ ἐνῷ ἐπήγαιναν, ἐκαθαρίσθησαν.
Ἕνας ἀπ’ αὐτούς,ὅταν εἶδε ὄτι ἐθεραπεύθηκε, ἐπέστρεψε δοξάζων τὸν Θεὸν μὲ δυνατὴν φωνὴν καὶ ἔπεσε μὲ τὸ πρόσωπον εἰς τὰ πόδια τοῦ Ἰησοῦ καὶ τὸν εὐχαριστοῦσε· καὶ αὐτὸς ἦτο Σαμαρείτης.
Τότε εἶπε ὁ Ἰησοῦς, «Δὲν ἐκαθαρίσθησαν καὶ οἱ δέκα; Οἱ ἄλλοι ἐννέα ποῦ εἶναι; Κανεὶς δὲν εὑρέθηκε νὰ ἐπιστρέψῃ διὰ νὰ δοξάσῃ τὸν Θεὸν παρὰ αὐτὸς ὁ ἀλλοεθνής;». Καὶ εἶπε εἰς αὐτόν, «Σήκω ἐπάνω καὶ πήγαινε· ἡ πίστις σου σὲ ἔσωσε».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου