24/12/13

ΧΡΙΣΤΟΥΓΕΝΝΑ



Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ προσκύνησις τῶν Μάγων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν θεασαμένων Ποιμένων τὸν Κύριον.
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κοντάκιο
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει.
Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Μετάφραση:
Η Παναγία σήµερα στον κόσµο φέρνει ως άνθρωπο τον Άκτιστο Θεό, και η γη το Σπήλαιο στον Απροσπέλαστο παρέχει. Άγγελοι µε τους βοσκούς δοξολογούνε και µάγοι έρχονται στο δρόµο µε τ΄ αστέρι. Αφού προς χάρη µας γεννήθηκε Νέο Παιδί, ο ‘Άχρονος Θεός.

Από την Θ΄ Ωδή του κανόνα
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. 
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Ἀστέρος, τοῖς Μάγοις μηνυθέντα.
Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα.
Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.
Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.
Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
Σήμερον οἱ Ποιμένες, βλέπουσι τὸν Σωτῆρα, σπαργάνοις εἱλημένον, καὶ κείμενον ἐν Φάτνῃ.
Σήμερον ὁ Δεσπότης, ῥάκει σπαργανοῦται, ὁ ἀναφὴς ὡς βρέφος.
Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου Κόρης.
Οὐράνιαι Δυνάμεις τεχθέντα τὸν Σωτῆρα, Κύριον καὶ Δεσπότην, μηνύουσι τῷ κόσμῳ.
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

Αίνοι – Και νυν…
Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Μετάφραση
Σήμερα γεννιέται ο Χριστός στη Βηθλεέμ απ΄την Παρθένα. Σήμερα ο άναρχος παίρνει αρχή, και  Λόγος σαρκώνεται. Οι (Αγγελικές) Δυνάμεις των ουρανών αγάλλονται και η γη μαζί με τους ανθρώπους ευφραίνεται. Οι Μάγοι προσφέρουν τα δώρα. Οι Ποιμένες κηρύττουν το θαύμα. Και εμείς με ασταμάτητη φωνή φωνάζουμε: Ανήκει δοξολογία στο Θεό που κατοικεί στους ουρανούς και στη γη ειρήνη, στους ανθρώπους η εύνοια του Θεού.


Δεν υπάρχουν σχόλια: