Ο ἈπόστολοςΠρος Κολοσσαείς επιστολή Παύλου (γ΄ 4 - 11)
Ἀδελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ
ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ
ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν
πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ
ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε,
ὅτε ἐζῆτε ἐν αὐτοῖς· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν,
θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ
ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς
πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς
ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ
Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος,
ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, όταν ὁ
Χριστός, ποὺ εἶναι ἡ ζωή μας, φανερωθῇ, τότε καὶ σεῖς θὰ φανερωθῆτε
μαζί του δοξασμένοι. Νεκρώσατε λοιπὸν ὅ,τι γήϊνον εἶναι μέσα σας,
δηλαδὴ τὴν πορνείαν, τὴν ἀκαθαρσίαν, τὸ πάθος, τὴν κακὴν ἐπιθυμίαν
καὶ τὴν πλεονεξίαν, ἡ ὁποία εἶναι εἰδωλολατρεία, ἕνεκα τῶν ὁποίων
ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπάνω εἰς τοὺς ἀπειθεὶς ἀνθρώπους.
Αὐτὰ
ἀκολουθούσατε καὶ σεῖς κάποτε, ὅταν ἐζούσατε αὐτὴν τὴν ζωήν. Ἀλλὰ
τώρα ἀποβάλατε καὶ σεῖς ὅλα αὐτά, τὴν ὀργήν, τὸν θυμόν, τὴν κακίαν,
τὴν δυσφήμησιν, τὴν αἰσχρολογίαν τοῦ στόματος. Μὴν λέτε ψέμματα ὁ
ἕνας εἰς τὸν ἄλλον, ἀφοῦ ἔχετε ἀποβάλει τὸν παλαιὸν ἄνθρωπον μὲ τὰς
πράξεις του, καὶ ἔχετε ἐνδυθῆ τὸν νέον, ὁ ὁποῖος ἀνανεοῦται εἰς
ἐπίγνωσιν κατὰ τὴν εἰκόνα τοῦ Δημιουργοῦ του.
Τώρα δὲν ὑπάρχει
πλέον Ἕλλην καὶ Ἰουδαῖος, περιτμημένος καὶ ἀπερίτμητος, βάρβαρος,
Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ ὁ Χριστὸς εἶναι τὰ πάντα καὶ εἰς
πάντας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου